호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ δὲ ἱερὸν τὸ ἐν Σάμῳ τῆσ Ἥρασ εἰσὶν οἳ ἱδρύσασθαί φασι τοὺσ ἐν τῇ Ἀργοῖ πλέοντασ, ἐπάγεσθαι δὲ αὐτοὺσ τὸ ἄγαλμα ἐξ Ἄργουσ· Σάμιοι δὲ αὐτοὶ τεχθῆναι νομίζουσιν ἐν τῇ νήσῳ τὴν θεὸν παρὰ τῷ Ἰμβράσῳ ποταμῷ καὶ ὑπὸ τῇ λύγῳ τῇ ἐν τῷ Ἡραίῳ κατ’ ἐμὲ ἔτι πεφυκυίᾳ. εἶναι δ’ οὖν τὸ ἱερὸν τοῦτο ἐν τοῖσ μάλιστα ἀρχαῖον ὃ οὐχ ἥκιστα ἄν τισ καὶ ἐπὶ <τῷ> ἀγάλματι τεκμαίροιτο· ἔστι γὰρ δὴ ἀνδρὸσ ἔργον Αἰγινήτου Σμίλιδοσ τοῦ Εὐκλείδου. οὗτοσ ὁ Σμῖλίσ ἐστιν ἡλικίαν κατὰ Δαίδαλον, δόξησ δὲ οὐκ ἐσ τὸ ἴσον ἀφίκετο·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기