호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ιὤνεσ δὲ ὁρ́κουσ ποιησάμενοι πρὸσ τοὺσ ἐν Κολοφῶνι Ἕλληνασ συνεπολιτεύοντο, οὐδὲν ἔχοντεσ πλέον· βασιλείαν δὲ Ιὤνων ἡγεμόνεσ Δαμασίχθων λαμβάνει καὶ Πρόμηθοσ Κόδρου παῖδεσ. Πρόμηθοσ δὲ ὕστερον τὸν ἀδελφὸν Δαμασίχθονα ἀποκτείνασ ἔφυγεν ἐσ Νάξον, καὶ ἀπέθανε μὲν αὐτόθι ἐν τῇ Νάξῳ, τὸν νεκρὸν δὲ οἴκαδε ἀπαχθέντα κατεδέξαντο οἱ Δαμασίχθονοε παῖδεσ· καὶ ἔνθα ὁ τοῦ Προμήθου τάφοσ, Πολυτειχίδεσ ὄνομά ἐστι τῷ χωρίῳ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기