호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔστιν ἐν δεξιᾷ τοῦ ναοῦ τῆσ Ἥρασ ἀνδρὸσ εἰκὼν παλαιστοῦ, γένοσ δὲ ἦν Ἠλεῖοσ, Σύμμαχοσ Αἰσχύλου· παρὰ δὲ αὐτὸν ἐκ Φενεοῦ τῆσ Ἀρκάδων Νεολαί̈δασ Προξένου, πυγμῆσ ἐν παισὶν ἀνῃρημένοσ νίκην· ἐφεξῆσ δὲ Ἀρχέδαμοσ Ξενίου, καταβαλὼν καὶ οὗτοσ παλαιστὰσ παῖδασ, γένοσ καὶ αὐτὸσ Ἠλεῖοσ. τούτων τῶν κατειλεγμένων εἰργάσατο Ἄλυποσ τὰσ εἰκόνασ Σικυώνιοσ, Ναυκύδουσ τοῦ Ἀργείου μαθητήσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기