호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὑπὲρ δὲ τὸν ναὸν τῆσ Ἀθηνᾶσ ἐστιν ἄλσοσ περιῳκοδομημένον τείχει Σωτείρασ ἐπίκλησιν Ἀρτέμιδοσ, καὶ ὀμνύουσιν ἐπὶ μεγίστοισ αὐτήν· ἔσοδόσ τε πλὴν τοῖσ ἱερεῦσιν ἄλλῳ γε οὐδενὶ ἔστιν ἀνθρώπων. ἱερεῖσ δὲ ἄνδρεσ τῶν ἐπιχωρίων εἰσὶ κατὰ δόξαν γένουσ μάλιστα αἱρούμενοι. τοῦ δὲ ἄλσουσ τῆσ Σωτείρασ ἱερὸν ἀπαντικρὺ Διονύσου Λαμπτῆρόσ ἐστιν ἐπίκλησιν· τούτῳ καὶ Λαμπτήρια ἑορτὴν ἄγουσι, καὶ δᾷδάσ τε ἐσ τὸ ἱερὸν κομίζουσιν ἐν νυκτὶ καὶ οἴνου κρατῆρασ ἱστᾶσιν ἀνὰ τὴν πόλιν πᾶσαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기