호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ δὲ τοῦ Κορέσου δεήσεισ τε ποιουμένου πάσασ καὶ δώρων ὑποσχέσεισ παντοίασ οὐκ ἐνετρέπετο ἡ γνώμη τῆσ παρθένου, ἐκομίζετο ἱκέτησ ἤδη παρὰ τοῦ Διονύσου τὸ ἄγαλμα. ὁ δὲ ἤκουσέ τε εὐχομένου τοῦ ἱερέωσ καὶ οἱ Καλυδώνιοι τὸ παραυτίκα ὥσπερ ὑπὸ μέθησ ἐγίνοντο ἔκφρονεσ καὶ ἡ τελευτὴ σφᾶσ παραπλῆγασ ἐπελάμβανε. καταφεύγουσιν οὖν ἐπὶ τὸ χρηστήριον τὸ ἐν Δωδώνῃ· τοῖσ γὰρ τὴν ἤπειρον ταύτην οἰκοῦσι, τοῖσ τε Αἰτωλοῖσ καὶ τοῖσ προσχώροισ αὐτῶν Ἀκαρνᾶσι καὶ Ἠπειρώταισ, αἱ πέλειαι καὶ τὰ ἐκ τῆσ δρυὸσ μαντεύματα μετέχειν μάλιστα ἐφαίνετο ἀληθείασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기