호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτ οὐν πολλοὶ προσίενται τῶν συγγραφέων, ἀλλὰ καὶ τὸ μεθ ἡμέραν χρῆσθαι τῇ ἀνακλήσει τῶν ὀνομάτων καὶ τὸ πρὸς τὸ ἕλος τὸ τῆς αἰγὸς ὡς ἐπὶ θυσίαν βαδίζοντας ἐοίκε τῷ προτέρῳ λόγῳ προστίθεσθαι μᾶλλον, εἰ μὴ νὴ Δία τῆς αὐτῆς ἡμέρας ἐν χρόνοις ἑτέροις ἀμφότερα τὰ πάθη συνέτυχε γενέσθαι.? λέγεται δὲ Ῥωμύλος τέσσαρα μὲν ἔτη καὶ πεντήκοντα γεγονώς, ὄγδοον δὲ βασιλεύων ἐκεῖνο καὶ τριακοστόν, ἐξ ἀνθρώπων ἀφανισθῆναι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기