호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ οὖν ἐπεῖδον, εὐθὺσ ἐξῄεσαν ἐπειγόμενοι καὶ διὰ τὴν ἔπειξιν ἀλλήλουσ περὶ τὰσ πύλασ ἀνακαλοῦντεσ πολλάκισ. ἐμπεσόντεσ δὲ τοῖσ πολεμίοισ ἀπροσδοκήτωσ καὶ κρατήσαντεσ, ἐπινίκιον ἄγουσι τὴν ἑορτήν. καὶ Καπρατῖναι μὲν αἱ νῶναι καλοῦνται διὰ τὸν ἐρινεόν, καπρίφικον ὑπὸ Ῥωμαίων ὀνομαζόμενον. ἑστιῶσι δὲ τὰσ γυναῖκασ ἔξω συκῆσ κλάδοισ σκιαζομένασ· αἱ δὲ θεραπαινίδεσ ἀγείρουσι περιιοῦσαι καὶ παίζουσιν, εἶτα πληγαῖσ καὶ βολαῖσ λίθων χρῶνται πρὸσ ἀλλήλασ, ὡσ καὶ τότε τοῖσ Ῥωμαίοισ παραγενόμεναι καὶ συναγωνισάμεναι μαχομένοισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기