호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν δὲ τούτῳ τὸν μὲν πολὺν ὄχλον σκεδασθέντα φυγεῖν, τοὺσ δὲ δυνατοὺσ συστραφῆναι μετ’ ἀλλήλων· ἐπεὶ δ’ ἔληξεν ἡ ταραχὴ καὶ τὸ φῶσ ἐξέλαμψε, καὶ τῶν πολλῶν εἰσ ταὐτὸ πάλιν συνερχομένων ζήτησισ ἦν τοῦ βασιλέωσ καὶ πόθοσ, οὐκ ἐᾶν τοὺσ δυνατοὺσ ἐξετάζειν οὐδὲ πολυπραγμονεῖν, ἀλλὰ τιμᾶν παρακελεύεσθαι πᾶσι καὶ σέβεσθαι Ῥωμύλον, ὡσ ἀνηρπασμένον εἰσ θεοὺσ καὶ θεὸν εὐμενῆ γενησόμενον αὐτοῖσ ἐκ χρηστοῦ βασιλέωσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기