호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γενομένησ δὲ τῆσ τροπῆσ, ἀφεὶσ φεύγειν τοὺσ περιόντασ ὁ Ῥωμύλοσ ἐπ’ αὐτὴν ἐχώρει τὴν πόλιν· οἱ δ’ οὐκ ἠνέσχοντο μεγάλησ συμφορᾶσ γενομένησ, ἀλλὰ δεηθέντεσ ὁμολογίαν ἐποιήσαντο καὶ φιλίαν εἰσ ἔτη ἑκατόν, χώραν τε πολλὴν προέμενοι τῆσ ἑαυτῶν, ἣν Σεπτεμπάγιον καλοῦσιν, ὅπερ ἐστὶν ἑπταμόριον, καὶ τῶν παρὰ τὸν ποταμὸν ἐκστάντεσ ἁλοπηγίων, καὶ πεντήκοντα τῶν ἀρίστων ὁμήρουσ ἐγχειρίσαντεσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기