호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκ τούτου λοιμὸς ἐμπίπτει, θανάτους μὲν αἰφνιδίους ἀνθρώποις ἄνευ νόσων ἐπιφέρων, ἁπτόμενος δὲ καὶ καρπῶν ἀφορίαις καὶ θρεμμάτων ἀγονίαις.? ὕσθη δὲ καὶ σταγόσιν αἵματος ἡ πόλις, ὥστε πολλὴν προσγενέσθαι τοῖς ἀναγκαίοις πάθεσι δεισιδαιμονίαν. ἐπεὶ δὲ καὶ τοῖς τὸ Λαύρεντον οἰκοῦσιν ὅμοια συνέβαινεν, ἤδη παντάπασιν ἐδόκει τῶν ἐπὶ Τατίῳ συγκεχυμένων δικαίων ἐπί τε τοῖς πρέσβεσι φονευθεῖσι μήνιμα δαιμόνιον ἀμφοτέρας ἐλαύνειν τὰς πόλεις. ἐκδοθέντων δὲ τῶν φονέων καὶ κολασθέντων παρ ἀμφοτέροις, ἐλώφησεν ἐπιδήλως τὰ δεινά, καὶ καθαρμοῖς ὁ Ῥωμύλος ἥγνισε τὰς πόλεις, οὓς ἔτι νῦν ἱστοροῦσιν ἐπὶ τῆς Φερεντίνης πύλης συντελεῖσθαι.
πρὶν δὲ λῆξαι τὸν λοιμόν, ἐπέθεντο Καμέριοι Ῥωμαίοις καὶ κατέδραμον τὴν χώραν, ὡς ἀδυνάτων ἀμύνεσθαι διὰ τὸ πάθος. εὐθὺς οὖν ὁ Ῥωμύλος ἐστράτευσεν ἐπ αὐτούς, καὶ μάχῃ κρατήσας ἑξακισχιλίους ἀπέκτεινε, καὶ τὴν πόλιν ἑλών, τοὺς μὲν ἡμίσεις τῶν περιγενομένων εἰς Ῥώμην ἐξῴκισε, τῶν δ ὑπομενόντων διπλασίους ἐκ Ῥώμης μετῴκισεν εἰς τὴν Καμερίαν Σεξτιλίαις καλάνδαις.
τοσοῦτον αὐτῷ περιῆν πολιτῶν ἑκκαίδεκα ἔτη σχεδὸν οἰκοῦντι τὴν Ῥώμην. ἐν δὲ τοῖς ἄλλοις λαφύροις καὶ χαλκοῦν ἐκόμισε τέθριππον ἐκ Καμερίας: τοῦτο δὲ ἀνέστησεν ἐν τῷ ἱερῷ τοῦ Ἡφαίστου, ποιησάμενος ἑαυτὸν ὑπὸ Νίκης στεφανούμενον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기