호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μῆνασ μὲν οὖν οἱ Σαβῖνοι τοὺσ Ῥωμαίων ἐδέξαντο, καὶ περὶ αὐτῶν ὅσα καλῶσ εἶχεν, ἐν τῷ Νομᾶ βίῳ γέγραπται· θυρεοῖσ δὲ τοῖσ ἐκείνων ὁ Ῥωμύλοσ ἐχρήσατο, καὶ μετέβαλε τὸν ὁπλισμὸν ἑαυτοῦ τε καὶ τῶν Ῥωμαίων, Ἀργολικὰσ πρότερον ἀσπίδασ φορούντων. ἑορτῶν δὲ καὶ θυσιῶν ἀλλήλοισ μετεῖχον, ἃσ μὲν ἦγε τὰ γένη πρότερον οὐκ ἀνελόντεσ, ἑτέρασ δὲ θέμενοι καινάσ, ὧν ἥ τε τῶν Ματρωναλίων ἐστί, δοθεῖσα ταῖσ γυναιξὶν ἐπὶ τῇ τοῦ πολέμου καταλύσει, καὶ ἡ τῶν Καρμενταλίων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기