호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτου μὲν οὖν οὐκ ἔστιν ὅ τι μᾶλλον ηὔξησε τὴν Ῥώμην, ἀεὶ προσποιοῦσαν ἑαυτῇ καὶ συννέμουσαν ὧν κρατήσειεν. ὁ δὲ Ῥωμύλοσ, ὡσ ἂν μάλιστα τὴν εὐχὴν τῷ τε Διὶ κεχαρισμένην καὶ τοῖσ πολίταισ ἰδεῖν ἐπιτερπῆ παράσχοι σκεψάμενοσ, ἐπὶ στρατοπέδου δρῦν ἔτεμεν ὑπερμεγέθη καὶ διεμόρφωσεν ὥσπερ τρόπαιον, καὶ τῶν ὅπλων τοῦ Ἄκρωνοσ ἕκαστον ἐν τάξει περιήρμοσε καὶ κατήρτησεν, αὐτὸσ δὲ τὴν μὲν ἐσθῆτα περιεζώσατο, δάφνῃ δ’ ἐστέψατο τὴν κεφαλὴν κομῶσαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기