- 텍스트

Plutarch, chapter 14

(플루타르코스, chapter 14)

τετάρτῳ δὲ μηνὶ μετὰ τὴν κτίσιν, ὡς Φάβιος ἱστορεῖ, τὸ περὶ τὴν ἁρπαγὴν ἐτολμήθη τῶν γυναικῶν.? καὶ λέγουσι μὲν ἔνιοι τὸν Ῥωμύλον αὐτὸν τῇ φύσει φιλοπόλεμον ὄντα, καὶ πεπεισμένον ἔκ τινων ἄρα λογίων ὅτι τὴν Ῥώμην πέπρωται πολέμοις τρεφομένην καὶ αὐξομένην γενέσθαι μεγίστην, βίας ὑπάρξαι πρὸς τοὺς Σαβίνους: οὐδὲ γὰρ πολλάς, ἀλλὰ τριάκοντα μόνας παρθένους λαβεῖν αὐτόν, ἅτε δὴ πολέμου μᾶλλον ἢ γάμων δεόμενον. τοῦτο δὲ οὐκ εἰκός:

ἀλλὰ τὴν μὲν πόλιν ὁρῶν ἐποίκων εὐθὺς ἐμπιπλαμένην, ὧν ὀλίγοι γυναῖκας εἶχον, οἱ δὲ πολλοὶ μιγάδες ἐξ ἀπόρων καὶ ἀφανῶν ὄντες ὑπερεωρῶντο καὶ προσεδοκῶντο μὴ συμμενεῖν βεβαίως, ἐλπίζων δὲ πρὸς τοὺς Σαβίνους τρόπον τινὰ συγκράσεως καὶ κοινωνίας ἀρχὴν αὐτοῖς τὸ ἀδίκημα ποιήσειν ὁμηρευσαμένοις τὰς γυναῖκας, ἐπεχείρησε τῷ ἔργῳ τόνδε τὸν τρόπον. διεδόθη λόγος ὑπ αὐτοῦ πρῶτον, ὡς θεοῦ τινος ἀνευρήκοι βωμὸν ὑπὸ γῆς κεκρυμμένον.

ὠνόμαζον δὲ τὸν θεὸν Κῶνσον, εἴτε βουλαῖον ὄντα κωνσίλιον γὰρ ἔτι νῦν τὸ συμβούλιον καλοῦσι καὶ τοὺς ὑπάτους κώνσουλας οἱο῀ν προβούλους, εἴτε ἵππιον Ποσειδῶ. καὶ γὰρ ὁ βωμὸς ἐν τῷ μείζονι τῶν ἱπποδρόμων ἐστίν, ἀφανὴς τὸν ἄλλον χρόνον, ἐν δὲ τοῖς ἱππικοῖς ἀγῶσιν ἀνακαλυπτόμενος. οἱ δὲ καὶ ὅλως φασί, τοῦ βουλεύματος ἀπορρήτου καὶ ἀφανοῦς ὄντος, ὑπόγειον οὐκ ἀλόγως τῷ θεῷ βωμὸν γενέσθαι < καὶ> κεκρυμμένον.

ὡς δ ἀνεφάνη, θυσίαν τε λαμπρὰν ἐπ αὐτῷ καὶ ἀγῶνα καὶ θέαν ἐκ καταγγελίας ἐπετέλει πανηγυρικήν. καὶ πολλοὶ μὲν ἄνθρωποι συνῆλθον, αὐτὸς δὲ προὐκάθητο μετὰ τῶν ἀρίστων, ἁλουργίδι κεκοσμημένος. ἦν δὲ τοῦ καιροῦ τῆς ἐπιχειρήσεως σύμβολον, ἐξαναστάντα τὴν ἁλουργίδα πτύξαι καὶ περιβαλέσθαι πάλιν.

ἔχοντες οὖν ξίφη πολλοὶ προσεῖχον αὐτῷ, καὶ τοῦ σημείου γενομένου, σπασάμενοι τὰ ξίφη καὶ μετὰ βοῆς ὁρμήσαντες, ἡρ´παζον τὰς θυγατέρας τῶν Σαβίνων, αὐτοὺς δὲ φεύγοντας εἰών καὶ παρίεσαν. ἁρπασθῆναι δέ φασιν οἱ μὲν τριάκοντα μόνας, ἀφ ὧν καὶ τὰς φρατρίας ὀνομασθῆναι:

Οὐαλέριος δ Ἀντίας ἑπτὰ καὶ εἴκοσι καὶ πεντακοσίας, Ιὄβας δὲ τρεῖς καὶ ὀγδοήκοντα καὶ ἑξακοσίας, παρθένους. ὃ μέγιστον ἦν ἀπολόγημα τῷ Ῥωμύλῳ: γυναῖκα γὰρ οὐ λαβεῖν ἀλλ ἢ μίαν Ἑρσιλίαν, διαλαθοῦσαν αὐτούς, ἅτε δὴ μὴ μεθ ὕβρεως μηδ ἀδικίας ἐλθόντας ἐπὶ τὴν ἁρπαγήν, ἀλλὰ συμμεῖξαι καὶ συναγαγεῖν εἰς ταὐτὸ τὰ γένη ταῖς μεγίσταις ἀνάγκαις διανοηθέντας. τὴν δ Ἑρσιλίαν οἱ μὲν Ὁστίλιον γῆμαι λέγουσιν, ἄνδρα Ῥωμαίων ἐπιφανέστατον, οἱ δ αὐτὸν Ῥωμύλον, καὶ γενέσθαι καὶ παῖδας αὐτῷ, μίαν μὲν θυγατέρα Πρίμαν, τῇ τάξει τῆς γενέσεως οὕτω προσαγορευθεῖσαν, ἕνα δ υἱὸν μόνον, ὃν Αὄλλιον μὲν ἐκεῖνος ἀπὸ τῆς γενομένης ἀθροίσεως ὑπ αὐτοῦ τῶν πολιτῶν ὠνόμασεν, οἱ δ ὕστερον Ἀβίλλιον.

ἀλλὰ ταῦτα μὲν ἱστορῶν Ζηνόδοτος ὁ Τροιζήνιος πολλοὺς ἔχει τοὺς ἀντιλέγοντας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION