호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῇ μὲν οὖν γραμμῇ τὸ τεῖχοσ ἀφορίζουσι, καὶ καλεῖται κατὰ συγκοπὴν πωμήριον, οἱο͂ν ὄπισθεν τείχουσ ἢ μετὰ τεῖχοσ· ὅπου δὲ πύλην ἐμβαλεῖν διανοοῦνται, τὴν ὕνιν ἐξελόντεσ καὶ τὸ ἄροτρον ὑπερθέντεσ διάλειμμα ποιοῦσιν. ὅθεν ἅπαν τὸ τεῖχοσ ἱερὸν πλὴν τῶν πυλῶν νομίζουσι· τὰσ δὲ πύλασ ἱερὰσ νομίζοντασ οὐκ ἦν ἄνευ δεισιδαιμονίασ τὰ μὲν δέχεσθαι, τὰ δ’ ἀποπέμπειν τῶν ἀναγκαίων καὶ μὴ καθαρῶν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기