호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι πολλοὶ μὲν αὐτοῦ τῶν φίλων δεόμενοι προσέκειντο, πολλοὶ δὲ τῶν ἐχθρῶν ἀπειλοῦντεσ καὶ κατηγοροῦντεσ, χοροὶ δ’ ᾖδον ᾄσματα καὶ σκώμματα πρὸσ αἰσχύνην, ἐφυβρίζοντεσ αὐτοῦ τὴν στρατηγίαν ὡσ ἄνανδρον καὶ προϊεμένην τὰ πράγματα τοῖσ πολεμίοισ. ἐπεφύετο δὲ καὶ Κλέων ἤδη, διὰ τῆσ πρὸσ ἐκεῖνον ὀργῇσ τῶν πολιτῶν πορευόμενοσ ἐπὶ τὴν δημαγωγίαν, ὡσ τἀνάπαιστα ταῦτα δηλοῖ ποιήσαντοσ Ἑρμίππου·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기