호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεχομένου δὲ τοῦ δήμου καὶ προσιεμένου τὰσ διαβολάσ, οὕτωσ ἤδη ψήφισμα κυροῦται, Δρακοντίδου γράψαντοσ, ὅπωσ οἱ λόγοι τῶν χρημάτων ὑπὸ Περικλέουσ εἰσ τοὺσ Πρυτάνεισ ἀποτεθεῖεν, οἱ δὲ δικασταὶ τὴν ψῆφον ἀπὸ τοῦ βωμοῦ φέροντεσ ἐν τῇ πόλει κρίνοιεν. Ἅγνων δὲ· τοῦτο μὲν ἀφεῖλε τοῦ ψηφίσματοσ, κρίνεσθαι δὲ τὴν δίκην ἔγραψεν ἐν δικασταῖσ χιλίοισ καὶ πεντακοσίοισ, εἴτε κλοπῆσ καὶ δώρων εἴτ’ ἀδικίου βούλοιτό τισ ὀνομάζειν τὴν δίωξιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기