호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Δοῦρισ μὲν οὖν οὐδ’ ὅπου μηδὲν αὐτῷ πρόσεστιν ἴδιον πάθοσ εἰωθὼσ κρατεῖν τὴν διήγησιν ἐπὶ τῆσ ἀληθείασ, μᾶλλον ἐοίκεν ἐνταῦθα δεινῶσαι τὰσ τῆσ πατρίδοσ συμφορὰσ ἐπὶ διαβολῇ τῶν Ἀθηναίων. ὁ δὲ Περικλῆσ καταστρεψάμενοσ τὴν Σάμον ὡσ ἐπανῆλθεν εἰσ τὰσ Ἀθήνασ, ταφάσ τε τῶν ἀποθανόντων κατὰ τὸν πόλεμον ἐνδόξουσ ἐποίησε καὶ τὸν λόγον εἰπών, ὥσπερ ἔθοσ ἐστίν, ἐπὶ τῶν σημάτων ἐθαυμαστώθη.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기