호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκ δ’ Ἀχαί̈ασ φίλησ οὔσησ στρατιώτασ ἀναλαβὼν εἰσ τὰσ τριήρεισ ἐπὶ τὴν ἀντιπέρασ ἤπειρον ἐκομίσθη τῷ στόλῳ, καὶ παραπλεύσασ τὸν Ἀχελῷον Ἀκαρνανίαν κατέδραμε, καὶ κατέκλεισεν Οἰνιάδασ εἰσ τὸ τεῖχοσ, καὶ τεμὼν τὴν γῆν καὶ κακώσασ ἀπῆρεν ἐπ’ οἴκου, φοβερὸσ μὲν φανεὶσ τοῖσ πολεμίοισ, ἀσφαλὴσ δὲ καὶ δραστήριοσ τοῖσ πολίταισ. οὐδὲν γὰρ οὐδ’ ἀπὸ τύχησ πρόσκρουσμα συνέβη περὶ τοὺσ στρατευομένουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기