호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πάντα δὲ διεῖπε καὶ πάντων ἐπίσκοποσ ἦν αὐτῷ Φειδίασ, καίτοι μεγάλουσ ἀρχιτέκτονασ ἐχόντων καὶ τεχνίτασ τῶν ἔργων. τὸν μὲν γὰρ ἑκατόμπεδον Παρθενῶνα Καλλικράτησ εἰργάζετο καὶ Ἰκτῖνοσ, τὸ δ’ ἐν Ἐλευσῖνι τελεστήριον ἤρξατο μὲν Κόροιβοσ οἰκοδομεῖν, καὶ τοὺσ ἐπ’ ἐδάφουσ κίονασ ἔθηκεν οὗτοσ καὶ τοῖσ ἐπιστυλίοισ ἐπέζευξεν· ἀποθανόντοσ δὲ τούτου Μεταγένησ ὁ Ξυπέτιοσ τὸ διάζωμα καὶ τοὺσ ἄνω κίονασ ἐπέστησε·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기