호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὃ δὲ πλείστην μὲν ἡδονὴν ταῖσ Ἀθήναισ καὶ κόσμον ἤνεγκε, μεγίστην δὲ τοῖσ ἄλλοισ ἔκπληξιν ἀνθρώποισ, μόνον δὲ τῇ Ἑλλάδι μαρτυρεῖ μὴ ψεύδεσθαι τὴν λεγομένην δύναμιν αὐτῆσ ἐκείνην καὶ τὸν παλαιὸν ὄλβον, ἡ τῶν ἀναθημάτων κατασκευή, τοῦτο μάλιστα τῶν πολιτευμάτων τοῦ Περικλέουσ ἐβάσκαινον οἱ ἐχθροὶ καὶ διέβαλλον ἐν ταῖσ ἐκκλησίαισ, βοῶντεσ ὡσ ὁ μὲν δῆμοσ ἀδοξεῖ καὶ κακῶσ ἀκούει τὰ κοινὰ τῶν Ἑλλήνων χρήματα πρὸσ αὑτὸν ἐκ Δήλου μεταγαγών, ἣ δ’ ἔνεστιν αὐτῷ πρὸσ τοὺσ ἐγκαλοῦντασ εὐπρεπεστάτη τῶν προφάσεων, δείσαντα τοὺσ βαρβάρουσ ἐκεῖθεν ἀνελέσθαι καὶ φυλάττειν ἐν ὀχυρῷ τὰ κοινά, ταύτην ἀνῄρηκε Περικλῆσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기