호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τοῦτο εἰπὼν ἐπῆγε τοῖσ καταφράκτοισ, κελεύσασ μηδὲν ἔτι χρῆσθαι τοῖσ ὑσσοῖσ, ἀλλ’ ἐκ χειρὸσ ἕκαστον διαλαβόντα παίειν τῶν πολεμίων κνήμασ τε καὶ μηρούσ, ἃ μόνα γυμνὰ τῶν καταφράκτων ἐστίν, οὐ μὴν ἐδέησέ τι ταύτησ τῆσ μάχησ οὐ γὰρ ἐδέξαντο τοὺσ Ῥωμαίουσ, ἀλλ’ ἀλαλάξαντεσ καὶ φεύγοντεσ αἴσχιστα πάντων ἐνέωσαν ἑαυτούσ τε καὶ τοὺσ ἵππουσ βαρεῖσ ὄντασ εἰσ τὰ τῶν πεζῶν ὅπλα πρὶν ἄρξασθαί τινοσ ἐκείνουσ μάχησ, ὥστε μήτε τραύματοσ γενομένου μήθ’ αἵματοσ ὀφθέντοσ ἡττᾶσθαι τὰσ τοσαύτασ μυριάδασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기