호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πυνθανόμενος δὲ Μιθριδάτην τε καὶ Τιγράνην εἰς Λυκαονίαν καὶ Κιλικίαν ὅσον οὔπω διαβιβάζειν δύναμιν ὡς προτέρους ἐμβαλοῦντας εἰς τὴν Ἀσίαν, ἐθαύμαζε τὸν Ἀρμένιον, εἰ γνώμην ἔχων ἐπιθέσθαι Ῥωμαίοις, ἀκμάζοντι μὲν οὐκ ἐχρῆτο Μιθριδάτῃ πρὸς τὸν πόλεμον, οὐδ ἐρρωμένοις τοῖς ἐκείνου τὰ παρ αὑτοῦ συνῆπτεν, ἀπολέσθαι δ ἐάσας καὶ συντριβῆναι νῦν ἐπὶ ψυχραῖς ἐλπίσιν ἄρχεται πολέμου τοῖς ἀναστῆναι μὴ δυναμένοις συγκαταβάλλων ἑαυτόν.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기