Plutarch, Lucullus, chapter 6 3:

(플루타르코스, Lucullus, chapter 6 3:)

ὡσ δὲ καὶ Κέθηγον ἀνθοῦντα τῇ δόξῃ τότε καὶ φέροντα τὴν πόλιν ὑπηγάγετο καὶ συνῆν ἐρῶντι, παντάπασιν εἰσ ἐκείνην περιῆλθεν ἡ τῆσ πόλεωσ δύναμισ· οὐδὲ γὰρ ἐπράττετό τι δημοσίᾳ Κεθήγου μὴ σπουδάζοντοσ οὐδὲ Πραικίασ μὴ κελευούσησ παρὰ Κεθήγῳ. ταύτην οὖν ὑπελθὼν δώροισ ὁ Λουκούλλοσ καὶ κολακείαισ ἦν δέ που καὶ τῷ Λουκούλλῳ συμφιλοτιμουμένην ὁρᾶσθαι μέγασ γυναικὶ σοβαρᾷ καὶ πανηγυρικῇ μισθόσ, εὐθὺσ εἶχε τὸν Κέθηγον ἐπαινέτην καὶ προμνώμενον αὐτῷ Κιλικίαν.

SEARCH

MENU NAVIGATION