호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς δὲ Βαβυλῶνα προάγοντος αὐτοῦ Νέαρχος ἀφίκετο γὰρ αὖθις εἰσπλεύσας Εἰς τὸν Εὐφράτην διὰ τῆς μεγάλης θαλάσσης ἔφη τινὰς ἐντυχεῖν αὐτῷ Χαλδαίους, παραινοῦντας ἀπέχεσθαι Βαβυλῶνος τὸν Ἀλέξανδρον.? ὁ δὲ οὐκ ἐφρόντισεν, ἀλλ ἐπορεύετο: καὶ πρὸς τοῖς τείχεσι γενόμενος ὁρᾷ κόρακας πολλοὺς διαφερομένους καὶ τύπτοντας ἀλλήλους, ὧν ἔνιοι κατέπεσον παρ αὐτόν, ἔπειτα μηνύσεως γενομένης κατὰ Ἀπολλοδώρου τοῦ στρατηγοῦ τῆς Βαβυλῶνος ὡς εἰή περὶ αὐτοῦ τεθυμένος, ἐκάλει Πυθαγόραν τὸν μάντιν. καὶ τὸν Πυθαγόραν οὐδὲν ἠδίκησεν.
ἤχθετο δὲ μὴ πεισθεὶς τῷ Νεάρχῳ, καὶ τὰ πολλὰ τῆς Βαβυλῶνος ἔξω κατασκηνῶν καὶ περιπλέων τὸν Εὐφράτην διέτριβεν. ἠνώχλει δ αὐτὸν σημεῖα πολλά, καὶ γὰρ λέοντα τῶν τρεφομένων μέγιστον καὶ κάλλιστον ἥμερος ὄνος ἐπελθὼν καὶ λακτίσας ἀνεῖλεν. ἀποδυσαμένου δὲ πρὸς ἄλειμμα καὶ σφαῖραν αὐτοῦ παίζοντος οἱ νεανίσκοι οἱ σφαιρίζοντες, ὡς ἔδει πάλιν λαβεῖν τὰ ἱμάτια, καθορῶσιν ἄνθρωπον ἐν τῷ θρόνῳ καθεζόμενον σιωπῇ, τὸ διάδημα καὶ τὴν στολὴν τὴν βασιλικὴν περικείμενον.
οὗτος ἀνακρινόμενος ὅστις εἰή, πολὺν χρόνον ἄναυδος ἦν μόλις δὲ συμφρονήσας Διονύσιος μὲν ἔφη καλεῖσθαι, Μεσσήνιος δὲ εἶναι τὸ γένος:
ἐκ δέ τινος αἰτίας καὶ κατηγορίας ἐνταῦθα κομισθεὶς ἀπὸ θαλάσσης πολὺν χρόνον γεγονέναι ἐν δεσμοῖς: ἄρτι δὲ αὐτῷ τὸν Σάραπιν ἐπιστάντα τοὺς δεσμοὺς ἀνεῖναι καὶ προαγαγεῖν δεῦρο, καὶ κελεῦσαι λαβόντα τὴν στολὴν καὶ τὸ διάδημα καθίσαι καὶ σιωπᾶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기