- 텍스트

Plutarch, Alexander, chapter 54

(플루타르코스, Alexander, chapter 54)

ταῦτα μὲν οὖν ὁ ῾` Ἕρμιππός φησι τὸν ἀναγνώστην τοῦ Καλλισθένους Στροῖβον Ἀριστοτέλει διηγεῖσθαι, τὸν δὲ Καλλισθένη συνέντα τήν ἀλλοτριότητα τοῦ βασιλέως δὶς ἢ τρὶς ἀπιόντα πρὸς αὑτὸν εἰπεῖν κάτθανε καὶ Πάτροκλος, ὅπερ σέο πολλὸν ἀμείνων.? οὐ φαύλως οὖν εἰπεῖν ἐοίκεν ὁ Ἀριστοτέλης ὅτι Καλλισθένης λόγῳ μὲν ἦν δυνατὸς καὶ μέγας, νοῦν δὲ οὐκ εἶχεν. ἀλλὰ τήν γε προσκύνησιν ἰσχυρῶς ἀπωσάμενος καὶ φιλοσόφως, καὶ μόνος ἐν φανερῷ διελθὼν ἃ κρύφα πάντες οἱ βέλτιστοι καὶ πρεσβύτατοι τῶν Μακεδόνων ἠγανάκτουν, τοὺς μὲν Ἕλληνας αἰσχύνης ἀπήλλαξε μεγάλης, καὶ μείζονος Ἀλέξανδρον, ἀποτρέψας τήν προσκύνησιν, αὑτὸν δὲ ἀπώλεσεν, ἐκβιάσασθαι δοκῶν μᾶλλον ἢ πεῖσαι τὸν βασιλέα.

Χάρης δὲ ὁ Μιτυληναῖός φησι τὸν Ἀλέξανδρον ἐν τῷ συμποσίῳ πιόντα φιάλην προτεῖναί τινι τῶν φίλων:

τὸν δὲ δεξάμενον πρὸς ἑστίαν ἀναστῆναι καὶ πιόντα προσκυνῆσαι πρῶτον, εἶτα φιλῆσαι τὸν Ἀλέξανδρον, καὶ κατακλιθῆναι. διακλῖναι τὸ φίλημα τὸν Ἀλέξανδρον, τὸν δὲ Καλλισθένη μέγα φθεγξάμενον εἰπεῖν:

"φιλήματι τοίνυν ἔλασσον ἔχων ἄπειμι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION