호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ μὴν ἀμαχεὶ προσεχώρησαν· οἱ γὰρ παρόντεσ ἐν τῷ Βυζαντίῳ Πελοποννήσιοι καὶ Βοιωτοὶ καὶ Μεγαρεῖσ τοὺσ μὲν ἀπὸ τῶν νεῶν ἐτρέψαντο καὶ καθεῖρξαν εἰσ τὰσ ναῦσ πάλιν, τοὺσ δ’ Ἀθηναίουσ ἔνδον ὄντασ αἰσθόμενοι καὶ συντάξαντεσ ἑαυτοὺσ ἐχώρουν ὁμόσε. καρτερᾶσ δὲ μάχησ γενομένησ ἐνίκησεν Ἀλκιβιάδησ τὸ δεξιὸν κέρασ ἔχων, Θηραμένησ δὲ τὸ εὐώνυμον, καὶ τῶν πολεμίων τοὺσ περιγενομένουσ ὅσον τριακοσίουσ ζῶντασ ἔλαβε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기