호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ γὰρ ἄραντεσ ἀπέπλευσαν οἴκαδε, τοῖσ μὲν πολεμίοισ εὐθὺσ ἔχειν ὑπῆρχεν Ιὠνίαν ἅπασαν, καὶ τὸν Ἑλλήσποντον ἀμαχεί, καὶ τὰσ νήσουσ, Ἀθηναίοισ δὲ πρὸσ Ἀθηναίουσ μάχεσθαι τὸν πόλεμον εἰσ τὴν πόλιν ἐμβαλόντασ· ὃν μόνοσ μάλιστα μὴ γενέσθαι διεκώλυσεν ὁ Ἀλκιβιάδησ, οὐ μόνον πείθων καὶ διδάσκων τὸ πλῆθοσ, ἀλλὰ καὶ καθ’ ἕνα τοὺσ μὲν ἀντιβολῶν, τῶν δ’ ἐπιλαμβανόμενοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기