Plutarch, Ἀλκιβιάδης, chapter 26 1:

(플루타르코스, Ἀλκιβιάδης, chapter 26 1:)

ἐν δὲ τῇ Σάμῳ τότε κρατήσαντεσ οἱ Ἀλκιβιάδου φίλοι πέμπουσι Πείσανδρον εἰσ ἄστυ κινήσοντα τὴν πολιτείαν καὶ παραθαρρυνοῦντα τοὺσ δυνατοὺσ τῶν πραγμάτων ἀντιλαμβάνεσθαι καὶ καταλύειν τὸν δῆμον, ὡσ ἐπὶ τούτοισ τοῦ Ἀλκιβιάδου Τισαφέρνην αὐτοῖσ φίλον καὶ σύμμαχον παρέξοντοσ. αὕτη γὰρ ἦν πρόφασισ καὶ τοῦτο πρόσχημα τοῖσ καθιστᾶσι τὴν ὀλιγαρχίαν.

SEARCH

MENU NAVIGATION