호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν δὲ τῇ Σάμῳ τότε κρατήσαντες οἱ Ἀλκιβιάδου φίλοι πέμπουσι Πείσανδρον εἰς ἄστυ κινήσοντα τὴν πολιτείαν καὶ παραθαρρυνοῦντα τοὺς δυνατοὺς τῶν πραγμάτων ἀντιλαμβάνεσθαι καὶ καταλύειν τὸν δῆμον, ὡς ἐπὶ τούτοις τοῦ Ἀλκιβιάδου Τισαφέρνην αὐτοῖς φίλον καὶ σύμμαχον παρέξοντος. αὕτη γὰρ ἦν πρόφασις καὶ τοῦτο πρόσχημα τοῖς καθιστᾶσι τὴν ὀλιγαρχίαν. ἐπεὶ δ ἴσχυσαν καὶ παρέλαβον τὰ πράγματα οἱ πεντακισχίλιοι λεγόμενοι, τετρακόσιοι δὲ ὄντες, ἐλάχιστα τῷ Ἀλκιβιάδῃ προσεῖχον ἤδη καὶ μαλακώτερον ἥπτοντο τοῦ πολέμου, τὰ μὲν ἀπιστοῦντες ἔτι πρὸς τὴν μεταβολὴν ξενοπαθοῦσι τοῖς πολίταις, τὰ δ οἰόμενοι μᾶλλον ἐνδώσειν αὐτοῖς Λακεδαιμονίους ἀεὶ πρὸς ὀλιγαρχίαν ἐπιτηδείως ἔχοντας.
ὁ μὲν οὖν κατὰ τὴν πόλιν δῆμος ἄκων ὑπὸ δέους ἡσυχίαν ἦγε:
καὶ γὰρ ἀπεσφάγησαν οὐκ ὀλίγοι τῶν ἐναντιουμένων φανερῶς τοῖς τετρακοσίοις: οἱ δ ἐν Σάμῳ ταῦτα πυνθανόμενοι καὶ ἀγανακτοῦντες ὡρ´μηντο πλεῖν εὐθὺς ἐπὶ τὸν Πειραιᾶ, καὶ μεταπεμψάμενοι τὸν Ἀλκιβιάδην καὶ στρατηγὸν ἀποδείξαντες ἐκέλευον ἡγεῖσθαι καὶ καταλύειν τοὺς τυράννους. ὁ δ οὐχ οἱο῀ν ἄν τις ἐξαίφνης χάριτι τῶν πολλῶν μέγας γεγονὼς ἔπαθε καὶ ἠγάπησε, πάντα δεῖν εὐθὺς οἰόμενος χαρίζεσθαι καὶ μηδὲν ἀντιλέγειν τοῖς ἐκ πλάνητος καὶ φυγάδος αὐτὸν νεῶν τοσούτων καὶ στρατοπέδου καὶ δυνάμεως τηλικαύτης ἀποδείξασιν ἡγεμόνα καὶ στρατηγόν, ἀλλ ὅπερ ἦν ἄρχοντι μεγάλῳ προσῆκον, ἀνθίστασθαι φερομένοις ὑπ ὀργῆς, κωλύσας ἐξαμαρτεῖν, τότε γοῦν τὰ πράγματα τῇ πόλει περιφανῶς ἔσωσεν.
εἰ γὰρ ἄραντες ἀπέπλευσαν οἴκαδε, τοῖς μὲν πολεμίοις εὐθὺς ἔχειν ὑπῆρχεν Ιὠνίαν ἅπασαν, καὶ τὸν Ἑλλήσποντον ἀμαχεί, καὶ τὰς νήσους, Ἀθηναίοις δὲ πρὸς Ἀθηναίους μάχεσθαι τὸν πόλεμον εἰς τὴν πόλιν ἐμβαλόντας:
ὃν μόνος μάλιστα μὴ γενέσθαι διεκώλυσεν ὁ Ἀλκιβιάδης, οὐ μόνον πείθων καὶ διδάσκων τὸ πλῆθος, ἀλλὰ καὶ καθ ἕνα τοὺς μὲν ἀντιβολῶν, τῶν δ ἐπιλαμβανόμενος. συνέπραττε δ αὐτῷ καὶ Θρασύβουλος ὁ Στειριεὺς ἅμα παρὼν καὶ κεκραγώς:
ἦν γάρ, ὡς λέγεται, μεγαλοφωνότατος Ἀθηναίων. ἐκεῖνό τε δὴ καλὸν τοῦ Ἀλκιβιάδου καὶ δεύτερον, ὅτι ὑποσχόμενος τὰς Φοινίσσας ναῦς, ἃς προσεδέχοντο Λακεδαιμόνιοι βασιλέως πέμψαντος, ἢ μεταστήσειν πρὸς αὐτοὺς ἢ διαπράξεσθαι μηδὲ πρὸς ἐκείνους κομισθῆναι, διὰ ταχέων ἐξέπλευσε. καὶ τὰς μὲν ναῦς ἐκφανείσας περὶ Ἄσπενδον οὐκ ἤγαγεν ὁ Τισαφέρνης, ἀλλ ἐψεύσατο τοὺς Λακεδαιμονίους, τὴν δ αἰτίαν τοῦ ἀποτρέψαι παρ ἀμφοτέροις ὁ Ἀλκιβιάδης εἶχε, καὶ μᾶλλον ἔτι παρὰ τοῖς Λακεδαιμονίοις, ὡς διδάσκων τὸν βάρβαρον αὐτοὺς ὑφ αὑτῶν περιορᾶν ἀπολλυμένους τοὺς Ἕλληνας.
οὐ γὰρ ἦν ἄδηλον ὅτι τοῖς ἑτέροις δύναμις τοσαύτη προσγενομένη τοὺς ἑτέρους ἀφῃρεῖτο κομιδῇ τὸ κράτος τῆς θαλάττης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기