- 텍스트

Plutarch, Ἀλκιβιάδης?, chapter 24

(플루타르코스, Ἀλκιβιάδης, chapter 24)

μετὰ δὲ τὴν ἐν Σικελίᾳ τῶν Ἀθηναίων δυστυχίαν ἐπρέσβευσαν εἰς Σπάρτην ἅμα Χῖοι καὶ Λέσβιοι καὶ Κυζικηνοὶ περὶ ἀποστάσεως. πραττόντων δὲ Βοιωτῶν μὲν Λεσβίοις, Φαρναβάζου δὲ Κυζικηνοῖς, Ἀλκιβιάδῃ πεισθέντες εἵλοντο Χίοις πρὸ πάντων βοηθεῖν. ἐκπλεύσας δὲ καὶ αὐτὸς ἀπέστησεν ὀλίγου δεῖν ἅπασαν Ιὠνίαν, καὶ πολλὰ συνὼν τοῖς τῶν Λακεδαιμονίων στρατηγοῖς ἔβλαπτε τοὺς Ἀθηναίους. ὁ δ Ἆγις ἐχθρὸς μὲν ὑπῆρχεν αὐτῷ διὰ τὴν γυναῖκα κακῶς πεπονθώς, ἤχθετο δὲ καὶ τῇ δόξῃ:

τὰ γὰρ πλεῖστα γίνεσθαι καὶ προχωρεῖν δι Ἀλκιβιάδην λόγος ἦν: τῶν δ ἄλλων Σπαρτιατῶν οἱ δυνατώτατοι καὶ φιλοτιμότατοι τὸν Ἀλκιβιάδην ἤδη ἐβαρύνοντο διὰ φθόνον. ἴσχυσαν οὖν καὶ διεπράξαντο τοὺς οἴκοθεν ἄρχοντας ἐπιστεῖλαι πρὸς Ιὠνίαν ὅπως ἀποκτείνωσιν αὐτόν. ὁ δ ἡσυχῆ προγνοὺς καὶ φοβηθεὶς τῶν μὲν πράξεων πασῶν ἐκοινώνει τοῖς Λακεδαιμονίοις, τὸ δ εἰς χεῖρας ἰέναι παντάπασιν ἔφευγε, Τισαφέρνῃ δέ, τῷ βασιλέως σατράπῃ, δοὺς ἑαυτὸν ὑπὲρ ἀσφαλείας εὐθὺς ἦν παρ αὐτῷ πρῶτος καὶ μέγιστος.

τὸ μὲν γὰρ πολύτροπον καὶ περιττὸν αὐτοῦ τῆς δεινότητος οὐκ ὢν ἁπλοῦς, ἀλλὰ κακοήθης καὶ φιλοπόνηρος, ἐθαύμαζεν ὁ βάρβαρος:

ταῖς δὲ καθ ἡμέραν ἐν τῷ συσχολάζειν καὶ συνδιαιτᾶσθαι χάρισιν οὐδὲν ἦν ἄτεγκτον ἦθος οὐδὲ φύσις ἀνάλωτος, ἀλλὰ καὶ δεδιόσι καὶ φθονοῦσιν ὅμως τὸ συγγενέσθαι καὶ προσιδεῖν ἐκεῖνον ἡδονήν τινα καὶ φιλοφροσύνην παρεῖχε. τἆλλ οὖν ὢν καὶ μισέλλην ἐν τοῖς μάλιστα Περσῶν ὁ Τισαφέρνης, οὕτως ἐνεδίδου τῷ Ἀλκιβιάδῃ κολακευόμενος ὥσθ ὑπερβάλλειν αὐτὸν ἀντικολακεύων ἐκεῖνος.

ὧν γὰρ ἐκέκτητο παραδείσων τὸν κάλλιστον καὶ ὑδάτων καὶ λειμώνων ὑγιεινῶν ἕνεκεν, διατριβὰς ἔχοντα καὶ καταφυγὰς ἠσκημένας βασιλικῶς καὶ περιττῶς, Ἀλκιβιάδην καλεῖν ἔθετο: καὶ πάντες οὕτω καλοῦντες καὶ προσαγορεύοντες διετέλουν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION