호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ Νικίασ μὲν ὡσ χαλεπὸν ἔργον ὂν τὰσ Συρακούσασ ἑλεῖν ἀπέτρεπε τὸν δῆμον, Ἀλκιβιάδησ δὲ Καρχηδόνα καὶ Λιβύην ὀνειροπολῶν, ἐκ δὲ τούτων προσγενομένων Ἰταλίαν καὶ Πελοπόννησον ἤδη περιβαλλόμενοσ, ὀλίγου δεῖν ἐφόδια τοῦ πολέμου Σικελίαν ἐποιεῖτο. καὶ τοὺσ μὲν νέουσ αὐτόθεν εἶχεν ἤδη ταῖσ ἐλπίσιν ἐπηρμένουσ, τῶν δὲ πρεσβυτέρων ἠκροῶντο πολλὰ θαυμάσια περὶ τῆσ στρατείασ περαινόντων, ὥστε πολλοὺσ ἐν ταῖσ παλαίστραισ καὶ τοῖσ ἡμικυκλίοισ καθέζεσθαι τῆσ τε νήσου τὸ σχῆμα καὶ θέσιν Λιβύησ καὶ Καρχηδόνοσ ὑπογράφοντασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기