호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἱ δ ἱπποτροφίαι περιβόητοι μὲν ἐγένοντο καὶ τῷ πλήθει τῶν ἁρμάτων: ἑπτὰ γὰρ ἄλλος οὐδεὶς καθῆκεν Ὀλυμπίασιν ἰδιώτης οὐδὲ βασιλεύς, μόνος δὲ ἐκεῖνος. καὶ τὸ νικῆσαι δὲ καὶ δεύτερον γενέσθαι καὶ τέταρτον, ὡς Θουκυδίδης φησίν, ὁ δ Εὐριπίδης τρίτον, ὑπερβάλλει λαμπρότητι καὶ δόξῃ πᾶσαν τὴν ἐν τούτοις φιλοτιμίαν. λέγει δ ὁ Εὐριπίδης ἐν τῷ ᾄσματι ταῦτα:
σὲ δ ἀείσομαι, ὦ Κλεινίου παῖ. καλὸν ἁ νίκα: κάλλιστον δ, ὃ μηδεὶς ἄλλος Ἑλλάνων, ἁρ´ματι πρῶτα δραμεῖν καὶ δεύτερα καὶ τρίτα, βῆναί τ ἀπονητί, Διὸς στεφθέντα τ ἐλαία κάρυκι βοᾶν παραδοῦναι:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기