- 텍스트

Plutarch, Ἀλκιβιάδης?, chapter 5

(플루타르코스, Ἀλκιβιάδης, chapter 5)

οὕτω δὲ καὶ τοῖς ἄλλοις ἐρασταῖς ἐχρῆτο: πλὴν ἕν μετοικικὸν ἄνθρωπον, ὥς φασιν, οὐ πολλὰ κεκτημένον, ἀποδόμενον δὲ πάντα καὶ τὸ συναχθὲν εἰς ἑκατὸν στατῆρας τῷ Ἀλκιβιάδῃ προσφέροντα καὶ δεόμενον λαβεῖν, γελάσας καὶ ἡσθεὶς ἐκάλεσεν ἐπὶ δεῖπνον. ἑστιάσας δὲ καὶ φιλοφρονηθεὶς τό τε χρυσίον ἀπέδωκεν αὐτῷ, καὶ προσέταξε τῇ ὑστεραίᾳ τοὺς ὠνουμένους τά τέλη τὰ δημόσια ταῖς τιμαῖς ὑπερβάλλειν ἀντωνούμενον. παραιτουμένου δὲ τοῦ ἀνθρώπου διὰ τὸ πολλῶν ταλάντων εἶναι τὴν ὠνήν, ἠπείλησε μαστιγώσειν εἰ μὴ ταῦτα πράττοι:

καὶ γὰρ ἐτύγχανεν ἐγκαλῶν τι τοῖς τελώναις ἴδιον. ἑώθεν οὖν προελθὼν ὁ μέτοικος εἰς ἀγορὰν ἐπέθηκε τῇ ὠνῇ τάλαντον. "ἐμὸς φίλος ἐστίν, ἐγγυῶμαι. ταῦτ ἀκούσαντες οἱ τελῶναι ἐξηπορήθησαν.

εἰωθότες γὰρ ἀεὶ ταῖς δευτέραις ὠναῖς χρεωλυτεῖν τὰς πρώτας, οὐχ ἑώρων ἀπαλλαγὴν αὑτοῖς οὖσαν τοῦ πράγματος. ἐδέοντο δὴ τοῦ ἀνθρώπου ἀργύριον διδόντες: ὁ δ Ἀλκιβιάδης οὐκ εἰά λαβεῖν ἔλαττον ταλάντου. διδόντων δὲ τὸ τάλαντον ἐκέλευσεν ἀποστῆναι λαβόντα. κἀκεῖνον μὲν οὕτως ὠφέλησεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION