- 텍스트

Plutarch, Ἀλκιβιάδης?, chapter 3

(플루타르코스, Ἀλκιβιάδης, chapter 3)

ἐν δὲ ταῖς Ἀντιφῶντος λοιδορίαις γέγραπται ὅτι παῖς ὤν, ἐκ τῆς οἰκίας ἀπέδρα πρὸς Δημοκράτη τινὰ τῶν ἐραστῶν: βουλομένου δ αὐτὸν ἀποκηρύττειν Ἀρίφρονος, Περικλῆς οὐκ εἰάσεν, εἰπών: εἰ μὲν τέθνηκεν, ἡμέρᾳ μιᾷ διὰ τὸ κήρυγμα φανεῖσθαι πρότερον, εἰ δὲ σῶς ἐστιν, ἄσωστον αὐτῷ τὸν λοιπὸν βίον ἔσεσθαι: καὶ ὅτι τῶν ἀκολουθούντων τινὰ κτείνειεν ἐν τῇ Σιβυρτίου παλαίστρᾳ ξύλῳ πατάξας. ἀλλὰ τούτοις μὲν οὐκ ἄξιον ἴσως πιστεύειν, ἅ γε λοιδορεῖσθαί τις αὐτῷ δι ἔχθραν ὁμολογῶν εἶπεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION