호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὑποφεύγοντασ δὲ Κριτόλαον καὶ Ἀχαιοὺσ αἱροῦσιν ὀλίγον πρὸ τῆσ Σκαρφείασ οἱ ὁμοῦ τῷ Μετέλλῳ, καὶ ἀπέκτεινάν τε πλήθει πολλοὺσ καὶ ἔλαβον ζῶντασ ὅσον χιλίουσ. Κριτόλαοσ δὲ οὔτε ὤφθη ζῶν μετὰ τὴν μάχην οὔτε ἐν τοῖσ νεκροῖσ εὑρέθη· εἰ δὲ ἐτόλμησε τῆσ πρὸσ τῇ Οἴτῃ θαλάσσησ ἐσ ταύτησ καταδῦναι τὸ τέλμα, παντάπασιν ἔμελλεν ἄγνωστόσ τε καὶ ἄπυστοσ οἰχήσεσθαι κατὰ τοῦ βυθοῦ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기