호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὀρέστησ δὲ καὶ οἱ σὺν αὐτῷ τῆσ τε τόλμησ ἐπέχειν τοὺσ Ἀχαιοὺσ ἐπειρῶντο καὶ ἐκέλευον μεμνῆσθαι σφᾶσ ὡσ ἀδικημάτων καὶ ὕβρεωσ ἄρχουσιν ἐσ Ῥωμαίουσ. ἡμέραισ δὲ ὕστερον οὐ πολλαῖσ οἱ Ἀχαιοὶ Λακεδαιμονίων μὲν αὐτῶν ὅσουσ εἶχον συνειληφότεσ, κατατίθενται σφᾶσ ἐσ δεσμωτήριον, τοὺσ ξένουσ δὲ ἀπ’ αὐτῶν διακρίνοντεσ ἠφίεσαν. ἀποστέλλουσι δὲ καὶ ἐσ Ῥώμην ἄλλουσ τε Ἀχαιῶν τῶν ἐν τέλει καὶ Θεαρίδαν· ὡσ δὲ ἀπῆλθον, ἐντυχόντεσ κατὰ τὴν ἄνοδον Ῥωμαίων πρέσβεσιν ἐπὶ τὰ Λακεδαιμονίων καὶ Ἀχαιῶν ὕστερον ἢ Ὀρέστησ ἀπεσταλμένοισ, ὀπίσω καὶ αὐτοὶ τρέπονται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기