호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀντιπρεσβευσαμένων δὲ καὶ Ἀχαιῶν Λακεδαιμονίοισ καὶ λόγων ῥηθέντων ὑπὸ ἀμφοτέρων ἐπὶ τῆσ βουλῆσ, τοὺσ αὐτοὺσ ἀποστέλλουσιν αὖθισ οἱ Ῥωμαῖοι Λακεδαιμονίοισ γενέσθαι καὶ Ἀχαιοῖσ δικαστάσ, Ἄππιον καὶ ὅσοι σὺν ἐκείνῳ πρότερον ἐσ τὴν Ἑλλάδα ἀφίκοντο. οἱ δὲ τούσ τε ἐκβληθέντασ ὑπὸ Ἀχαιῶν κατάγουσιν ἐσ Σπάρτην καὶ ὅσων πρὸ κρίσεωσ ἀπελθόντων κατέγνωστο ὑπὸ τῶν Ἀχαιῶν ἀδικεῖν, καὶ τὰ ἐπὶ τούτοισ τιμήματα ἔλυσαν· καὶ συντελείασ μὲν Λακεδαιμονίουσ <τῆσ> ἐσ τὸ Ἀχαϊκὸν οὐκ ἀφιᾶσι, περὶ δὲ τῇ ἑκάστου ψυχῇ ξενικά σφισι διδόασιν εἶναι δικαστήρια, ὅσα δὲ ἄλλα ἐγκλήματα, λαμβάνειν τε αὐτοὺσ καὶ ἐν τῷ Ἀχαϊκῷ ὑπέχειν τὰσ κρίσεισ. ἐτειχίσθη δὲ καὶ ἐξ ἀρχῆσ αὖθισ Σπαρτιάταισ ὁ κύκλοσ τοῦ ἄστεωσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기