호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐχοῦντεσ βασιλεῦσι Μακεδόνεσ Ἀργεάδῃσιν,ὑμῖν κοιρανέων ἀγαθὸν καὶ πῆμα Φίλιπποσ. ἤτοι ὁ μὲν πρότεροσ πόλεσιν λαοῖσί τ’ ἄνακτασθήσει· ὁ δ’ ὁπλότεροσ τιμὴν ἀπὸ πᾶσαν ὀλέσσει,δμηθεὶσ ἑσπερίοισιν ὑπ’ ἀνδράσιν ἠῴοισ τε. Ῥωμαῖοί τε δὴ τὰ πρὸσ ἑσπέραν νεμόμενοι τῆσ Εὐρώπησ καθεῖλον τὴν Μακεδόνων ἀρχὴν καὶ τῶν ἐσ τὸ συμμαχικὸν ταχθέντων Ἄτταλοσ <τῆσ ἐκ Περγάμου συλλεχθείσησ ἡγεμὼν> καὶ ἔτι ἐκ Μυσίασ στρατιᾶσ· πρὸσ δὲ ἀνίσχοντα ἥλιον μᾶλλόν τι ἡ Μυσία τέτραπται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기