호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ιὤσι δὲ ἔχει μὲν ἐπιτηδειότατα ὡρῶν κράσεωσ ἡ χώρα, ἔχει δὲ καὶ ἱερὰ οἱᾶ οὐχ ἑτέρωθι, πρῶτον μὲν <τὸ> τῆσ Ἐφεσίασ μεγέθουσ τε ἕνεκα καὶ ἐπὶ τῷ ἄλλῳ πλούτῳ, δύο δὲ οὐκ ἐξειργασμένα Ἀπόλλωνοσ, τό τε ἐν Βραγχίδαισ τῆσ Μιλησίασ καὶ ἐν Κλάρῳ τῇ Κολοφωνίων. δύο δὲ ἄλλουσ ἐν Ιὠνίᾳ ναοὺσ ἐπέλαβεν ὑπὸ Περσῶν κατακαυθῆναι, τόν τε ἐν Σάμῳ τῆσ Ἥρασ καὶ ἐν Φωκαίᾳ τῆσ Ἀθηνᾶσ· θαῦμα δὲ ὅμωσ ἦσαν καὶ ὑπὸ τοῦ πυρὸσ λελυμασμένοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기