호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καί πωσ ταῦτα τῷ Ιὤνι ἐγένετο οὐκ ἄπο γνώμησ, καὶ τῶν Αἰγιαλέων τὴν ἀρχὴν Ιὤν ἔσχεν ἀποθανόντοσ Σελινοῦντοσ, καὶ Ἑλίκην τε ἀπὸ τῆσ γυναικὸσ ᾤκισεν ἐν τῷ Αἰγιαλῷ πόλιν καὶ τοὺσ ἀνθρώπουσ ἐκάλεσεν Ιὤνασ ἀφ’ αὑτοῦ. τοῦτο οὐ μεταβολὴ τοῦ ὀνόματοσ, προσθήκη δέ σφισιν ἐγένετο· Αἰγιαλεῖσ γὰρ ἐκαλοῦντο Ιὤνεσ. τῇ χώρᾳ δὲ ἔτι καὶ μᾶλλον διέμεινεν ὄνομα τὸ ἐξ ἀρχῆσ· Ὁμήρῳ γοῦν ἐν καταλόγῳ τῶν μετὰ Ἀγαμέμνονοσ ἐξήρκεσε τὸ ἀρχαῖον δηλῶσαι τῆσ γῆσ ὄνομα· Αἰγιαλόν τ’ ἀνὰ πάντα καὶ ἀμφ’ Ἑλίκην εὐρεῖαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기