호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πύλου δὲ τῆσ ἐν τῇ Ἠλείᾳ δῆλα τὰ ἐρείπια κατὰ τὴν ἐξ Ὀλυμπίασ ἐστὶν ἐσ Ἦλιν ὀρεινὴν ὁδόν, ὀγδοήκοντα δὲ στάδια ἐσ Ἦλιν ἀπὸ τῆσ Πύλου. ταύτην τὴν Πύλον ᾤκισε μὲν κατὰ τὰ ἤδη λελεγμένα μοι Μεγαρεὺσ ἀνὴρ Πύλων ὁ Κλήσωνοσ· γενομένη δὲ ὑπὸ Ἡρακλέουσ ἀνάστατοσ καὶ αὖθισ ἐπισυνοικισθεῖσα ὑπὸ Ἠλείων, ἔμελλεν ἀνὰ χρόνον οὐχ ἕξειν οἰκήτορασ. παρὰ δὲ αὐτὴν ποταμὸσ Λάδων κάτεισιν ἐσ τὸν Πηνειόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기