호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ δὲ ἕτερον τοῦ ἱπποδρόμου μέροσ οὐ χῶμα γῆσ ἐστιν, ὄροσ δὲ οὐχ ὑψηλόν. ἐπὶ τῷ πέρατι τοῦ ὄρουσ ἱερὸν πεποίηται Δήμητρι ἐπίκλησιν Χαμύνῃ· καὶ οἱ μὲν ἀρχαῖον τὸ ὄνομα ἥγηνται, χανεῖν γὰρ τὴν γῆν ἐνταῦθα τὸ ἁρ́μα τοῦ Αἵδου καὶ αὖθισ μύσαι· οἱ δὲ Χάμυνον ἄνδρα Πισαῖον Πανταλέοντι ἐναντιούμενον τῷ Ὀμφαλίωνοσ τυραννοῦντι ἐν Πίσῃ καὶ ἀπόστασιν βουλεύοντι ἀπὸ Ἠλείων, ἀποθανεῖν φασιν αὐτὸν ὑπὸ τοῦ Πανταλέοντοσ καὶ ἀπὸ τοῦ Χαμύνου τῆσ οὐσίασ τῇ Δήμητρι οἰκοδομηθῆναι τὸ ἱερόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기