호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγουσι δὲ καὶ ὡσ Μυρτίλῳ κενὸν ἐνταῦθα ἠρίον ποιήσειε Πέλοψ καὶ θύσειέ τε αὐτῷ τὸ ἐπὶ τῷ φόνῳ μήνιμα ἰώμενοσ καὶ ἐπονομάσαι Ταράξιππον, ὅτι τῷ Οἰνομάῳ διὰ τοῦ Μυρτίλου τῆσ τέχνησ ἐταράχθησαν αἱ ἵπποι· τοῖσ δέ ἐστιν εἰρημένον ὡσ αὐτὸσ Οἰνόμαοσ ὁ τοὺσ ἱππεύοντάσ ἐστιν ἐν τῷ δρόμῳ βλάπτων. ἤκουσα δὲ καὶ ἐσ τὸν Πορθάονοσ Ἀλκάθουν ἀγόντων τὴν αἰτίαν, ὡσ ἐνταῦθα μέρη λάβοι γῆσ ὁ Ἀλκάθουσ ἀποθανὼν ὑπὸ Οἰνομάου τῶν Ἱπποδαμείασ γάμων ἕνεκα· ἅτε δὲ ἀτυχήσαντα ἐν ἱπποδρόμῳ, βάσκανόν τε εἶναι τοῖσ ἱππεύουσι καὶ οὐκ εὐμενῆ δαίμονα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기