호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἶναι δὲ καὶ μάντισ ὁ Ἐπέραστοσ τοῦ Κλυτιδῶν γένουσ φησὶν ἐπὶ τοῦ ἐπιγράμματοσ τῇ τελευτῇ,τῶν δ’ ἱερογλώσσων Κλυτιδᾶν γένοσ εὔχομαι εἶναιμάντισ, ἀπ’ ἰσοθέων αἷμα Μελαμποδιδᾶν. Μελάμποδοσ γὰρ ἦν τοῦ Ἀμυθάονοσ Μάντιοσ, τοῦ δὲ Οἰκλῆσ, Κλυτίοσ δὲ Ἀλκμαίωνοσ τοῦ Ἀμφιαράου τοῦ Οἰ̈κλέουσ· ἐγεγόνει δὲ τῷ Ἀλκμαίωνι ὁ Κλυτίοσ ἐκ τῆσ Φηγέωσ θυγατρὸσ καὶ ἐσ τὴν Ἦλιν μετῴκησε, τοῖσ ἀδελφοῖσ εἶναι τῆσ μητρὸσ σύνοικοσ φεύγων, ἅτε τοῦ Ἀλκμαίωνοσ ἐπιστάμενοσ σφᾶσ εἰργασμένουσ τὸν φόνον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기