호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐοικότα δὲ Χιόνιδι τὰ ἐς δόξαν καὶ ἀνὴρ Λύκιος παρέσχετο Ἑρμογένης Ξάνθιος, ὃς τὸν κότινον ἐν τρισὶν Ὀλυμπιάσιν ἀνείλετο ὀκτάκις ἐπίκλησίν τε ἔσχεν Ἵππος ὑπὸ Ἑλλήνων: ποιήσαιο δ ἂν καὶ Πολίτην ἐν μεγάλῳ θαύματι. ὁ Πολίτης δ ἦν οὗτος ἐκ Κεράμου τῆς ἐν τῇ Θρακίᾳ Καρίᾳ, ἀνέφηνε δὲ ἀρετὴν ποδῶν ἐν Ὀλυμπίᾳ πᾶσαν: ἀπὸ γὰρ τοῦ μηκίστου καὶ διαρκεστάτου δι ὀλιγίστου δὴ καιροῦ μεθηρμόσατο ἐπὶ <τὸ> βραχύτατον ὁμοῦ καὶ ὤκιστον, καὶ δολίχου τε ἐν ἡμέρᾳ τῇ αὐτῇ καὶ παραυτίκα σταδίου λαβὼν νίκην προσέθηκε δὲ διαύλου σφίσι τὴν τρίτην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기