호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ τοῦ Ιἕρωνοσ τὰσ εἰκόνασ Ἀρεὺσ ὁ Ἀκροτάτου Λακεδαιμονίων βασιλεὺσ καὶ Ἄρατοσ ἕστηκεν ὁ Κλεινίου, καὶ αὖθισ ἀναβεβηκώσ ἐστιν Ἀρεὺσ ἵππον. ἀνάθημα δὲ ὁ μὲν Κορινθίων ὁ Ἄρατοσ, Ἀρεὺσ δὲ Ἠλείων ἐστί· καί μοι τοῦ λόγου τὰ πρότερα οὔτε τῶν ἐσ Ἄρατον οὔτε τῶν ἐσ Ἀρέα ἀμνημόνωσ ἔσχεν, Ἄρατοσ δὲ καὶ ἁρ́ματι ἀνηγορεύθη νικῶν ἐν Ὀλυμπίᾳ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기