호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Σωκράτουσ δὲ Πελληνέωσ δρόμου νίκην ἐν παισὶν εἰληφότοσ καὶ Ἠλείου Ἀμέρτου καταπαλαίσαντοσ ἐν Ὀλυμπίᾳ παῖδασ, καταπαλαίσαντοσ δὲ καὶ Πυθοῖ τοὺσ ἐλθόντασ τῶν ἀνδρῶν, τοῦ μὲν τὸν ποιήσαντα τὴν εἰκόνα οὐ λέγουσι, τὴν δὲ τοῦ Ἀμέρτου Φράδμων ἐποίησεν Ἀργεῖοσ. Εὐανορίδᾳ δὲ Ἠλείῳ πάλησ ἐν παισὶν ὑπῆρξεν ἔν τε Ὀλυμπίᾳ καὶ Νεμείων νίκη· γενόμενοσ δὲ Ἑλλανοδίκησ ἔγραψε καὶ οὗτοσ τὰ ὀνόματα ἐν Ὀλυμπίᾳ τῶν νενικηκότων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기