호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀντιόχου δὲ ἀνδριάντα ἐποίησε μὲν Νικόδαμοσ, γένοσ δὲ ὁ Ἀντίοχοσ ἦν ἐκ Λεπρέου· παγκρατίῳ δὲ ἄνδρασ ἐν Ὀλυμπίᾳ μὲν ἐκράτησεν ἅπαξ, ἐν Ἰσθμῷ δὲ καὶ Νεμέᾳ δὶσ πεντάθλῳ ἐν ἑκατέρῳ τῷ ἀγῶνι. οὐ γάρ τι Ἰσθμίων Λεπρεάταισ δεῖμα ὥσπερ γε αὐτοῖσ ἐστιν Ἠλείοισ, ἐπεὶ Ὕσμωνί γε τῷ Ἠλείῳ ‐ πλησίον δὲ τοῦ Ἀντιόχου καὶ Ὕσμων οὗτοσ ἕστηκε ‐ τούτῳ τῷ ἀνδρὶ ἀθλήσαντι πένταθλον ἥ τε Ὀλυμπικὴ νίκη καὶ Νεμείων γέγονεν ἡ ἑτέρα, Ἰσθμίων δὲ δῆλα ὡσ καὶ οὗτοσ κατὰ ταὐτὰ Ἠλείοισ τοῖσ ἄλλοισ εἴργετο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기