호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χρονιζούσης δὲ τῆς πολιορκίας, καὶ τῶν Ἀθηναίων ταῖς ναυσὶν ἐπικρατησάντων καὶ σῖτον εἰς τὴν γῆν εἰσκομίζειν κωλυόντων, ἐκινδύνευον οἱ κατειλημμένοι ἐν τῇ νήσῳ τῷ λιμῷ διαφθαρῆναι.? διόπερ οἱ Λακεδαιμόνιοι φοβηθέντες περὶ τῶν ἀπειλημμένων ἐν τῷ νήσῳ, πρεσβείας ἀπέστειλαν εἰς τὰς Ἀθήνας περὶ τῆς καταλύσεως τοῦ πολέμου:
οὐ συγκατατιθεμένων δ αὐτῶν ἠξίουν ἀλλαγὴν ποιήσασθαι τῶν ἀνδρῶν καὶ λαβεῖν τοὺς ἴσους τῶν Ἀθηναίων τῶν ἑαλωκότων: ἀλλ οὐδὲ τοῦτο συνεχώρησαν οἱ Ἀθηναῖοι. διόπερ οἱ πρέσβεις παρρησίαν ἤγαγον ἐν ταῖς Ἀθήναις ὡς ὁμολογοῦσι Λακεδαιμονίους κρείττους εἶναι, μὴ βουλόμενοι τὴν ἀντίδοσιν τῶν αἰχμαλώτων ποιήσασθαι. οἱ δ Ἀθηναῖοι τῇ σπάνει τῶν ἀναγκαίων καταπονήσαντες τοὺς ἐν τῇ Σφακτηρίᾳ παρέλαβον αὐτοὺς καθ ὁμολογίαν.
ἦσαν δ οἱ παραδόντες αὑτοὺς Σπαρτιᾶται μὲν ἑκατὸν εἴκοσι, τῶν δὲ συμμάχων ἑκατὸν ὀγδοήκοντα. οὗτοι μὲν οὖν ὑπὸ Κλέωνος τοῦ δημαγωγοῦ στρατηγοῦντος τότε δεθέντες ἤχθησαν εἰς τὰς Ἀθήνας:
ὁ δὲ δῆμος ἐψηφίσατο αὐτοὺς φυλάττειν, ἐὰν βούλωνται Λακεδαιμόνιοι λῦσαι τὸν πόλεμον, ἐὰν δὲ προκρίνωσι τὸ πολεμεῖν, τότε πάντας τοὺς αἰχμαλώτους ἀποκτεῖναι. μετὰ δὲ ταῦτα τῶν ἐν Ναυπάκτῳ κατῳκισμένων Μεσσηνίων μεταπεμψάμενοι τοὺς ἀρίστους καὶ τῶν ἄλλων συμμάχων τοὺς ἱκανοὺς προσθέντες, τούτοις παρέδωκαν τὴν Πύλον φρουρεῖν:
ἐνόμιζον γὰρ τοὺς Μεσσηνίους διὰ τὸ πρὸς τοὺς Σπαρτιάτας μῖσος ἐκθυμότατα κακοποιήσειν τὴν Λακωνικήν, ὁρμωμένους ἐξ ὀχυροῦ χωρίου. καὶ τὰ μὲν κατὰ τὴν Πύλον ἐν τούτοις ἦν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기