호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ δὲ κιβώτια τὰ δέκα κεῖται ἐν τ;? ῷ ἔμπροσθεν τ; ῆς εἰσόδου καθ ἑκάστην τὴν φυλήν. ἐπιγέγραπται δ ἐπ αὐτῶν τὰ στ; ο; ιχεῖα μέχρι τοῦ κ. ἐπειδὰν δ ἐμβάλωσιν οἱ δικασταὶ τὰ πινάκια εἰς τὸ κιβώτιον, ἐφ οὗ ἂν ᾖ ἐπιγεγραμμένον τὸ γράμμα τὸ αὐτὸ ὅπερ ἐπὶ τῷ πινακίῳ ἐστὶν αὐτῷ τῶν στοιχείων, διασείσαντος τοῦ ὑπηρέτου ἕλκει ὁ θεσμοθέτης ἐξ ἑκάστου τοῦ κιβωτίου πινάκιον ἕν. οὗτος δὲ καλεῖται ἐμπήκτης, καὶ ἐμπήγνυσι τὰ πινάκια τὰ ἐκ τοῦ κιβωτίου εἰς τὴν κανονίδα, ἐφ ἧς τὸ αὐτὸ γράμμα ἔπεστιν ὅπερ ἐπὶ τοῦ κιβωτίου.
κ; ληροῦται δ οὗτος, ἵνα μὴ ἀεὶ ὁ αὐτὸς ἐμπηγνύων κακουργῇ. εἰσὶ δὲ κανονίδες πέντε ἐν ἑκάστῳ τῶν κληρωτηρίων. ὅταν δὲ ἐμβάλῃ τοὺς κύβους, ὁ ἄρχων τὴν φυλὴν κληροῖ κατὰ κληρωτήριον.
εἰσὶ δὲ κύβοι χα; λκοῖ, μέλανες καὶ λευκοί. ὅσους δ ἂν δέῃ λαχεῖν δικαστάς, τοσοῦτοι ἐμβάλλονται λευκοί, κατὰ πέντε πινάκια εἷς, οἱ δὲ μέλανες τὸν αὐτὸν τρόπον. ἐπειδὰν δ ἐξαιρῇ τοὺς κύβους, καλεῖ τοὺς εἰληχότας ὁ κήρυξ. ὑπάρχει δὲ καὶ ὁ ἐμπήκτης εἰς τὸν ἀριθμόν. ὁ δὲ κληθεὶς καὶ ὑπακούσας ἕλκει βάλανον ἐκ τῆς ὑδρίας, καὶ ὀρέξας αὐτήν, ἀνέχων τὸ γράμμα, δείκνυσιν πρῶτον μὲν τῷ ἄρχοντι τῷ ἐφεστηκότι.
ὁ δὲ ἄρχων ἐπειδὰν ἴδῃ, ἐμβάλλει τὸ πινάκιον αὐτοῦ εἰς τὸ κιβώτιον, ὅπου ἂν ᾖ ἐπιγεγραμμένον τὸ αὐτὸ στοιχεῖον ὅπερ ἐν τῇ βαλάνῳ, ἵν εἰς οἱο῀ν ἂν λάχῃ εἰσίῃ καὶ μὴ εἰς οἱο῀ν ἂν βούληται, μηδὲ ᾖ συναγαγεῖν εἰς δικαστήριον οὓς ἂν βούληταί τις. παράκειται δὲ τῷ ἄρχοντι κιβώτια, ὅσαπερ ἂν μέλλῃ τὰ δικαστήρια πληρωθήσεσθαι, ἔχοντα στοιχεῖον ἕκαστον, ὅπερ ἂν ᾖ τὸ τοῦ δικαστηρίου ἑκάστου εἰληχός.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기